# Demonstratio Evangelica 16.50-52

Eusebius, Demonstratio Evangelica, 16.50 to 16.52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/demonstratio-evangelica/16.50

Ἐδείκνυμεν καὶ ἐν τούτοις ὡς οἱ μὲν ἐξ ἀνθρώπων πάλαι πρότερον ἐπὶ τὴν τοῦ θείου θεραπείαν προσιόντες ἱερεῖς ἐλαίῳ ἐχρίοντο σκευαστῷ. ὁ δὲ διὰ τῆς προφητείας δηλούμενος τῇ ἐνθέῳ δυνάμει κεχρῖσθαι λέγεται. τοῦτο δὲ ὅλον ἐπὶ τὸν ἡμέτερον σωτῆρα ἀνεφέρετο, Ἰησοῦν τὸν μόνον ἀληθῆ Χριστὸν τοῦ θεοῦ, ὃς ἐπὶ τῆς τῶν Ἰουδαίων συναγωγῆς ποτὲ λαβὼν τὴν προφητείαν καὶ διελθὼν τὴν ἐκτεθεῖσαν περικοπὴν πεπληρῶσθαι εἰς ἑαυτὸν ἐδίδαξεν τὸ ἀνάγνωσμα. γέγραπται γὰρ ὡς ἄρα ‟ ἀναγνοὺς καὶ πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων οἷ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ, ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.”

---

Eusebius, Demonstratio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg005.local001/.
