Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.53
Not analysed yet
ἐπὶ τούτοις ἅπασιν καὶ τὰ Μώσεως αὖθις παραθετέον, ὃς κατὰ τὸν δειχθέντα αὐτῷ τύπον τὸν ἴδιον ἀδελφὸν τὸν Ἀαρὼν ἀρχιερέα καταστησάμενος ἀκολούθως τῷ φήσαντι πρὸς αὐτὸν χρησμῷ ‟ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὂρει” δῆλός ἐστιν ὡς τοῖς τῆς διανοίας ὄμμασιν καὶ τῷ θείῳ πνεύματι συνιδὼν τὸν μέγαν τῶν ὅλων ἀρχιερέα, τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ, οὗ μετὰ τῆς ἂλλης σωματικῆς καὶ τυπικῆς λατρείας τὴν εἰκόνα δια- γράφων τὸν δηλωθέντα τῇ τοῦ ἀληθοῦς Χριστοῦ προσωνυμίᾳ τετίμηκεν.