Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.55
Not analysed yet
εἰ γὰρ τὰ περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας καὶ τὰ περὶ ἑορτῶν καὶ σαββάτου νενομοθετημένα, ὡς ἂν σκιώδη ὄντα, ὑπογραμμὸν ἑτέρων ἀληθῶν καὶ μυστικῶν πραγμάτων ἔσωζεν, οὐκ ἀπεικότως ἐρεῖς καὶ τὸν ἀρχιερέα εἰς ἑτέρου ἀρχιερέως παρειλῆφθαι σύμβολον, καὶ Χριστὸν αὐτὸν ἐπωνομάσθαι, εἰς ἑτέρου τοῦ μόνου καὶ ἀληθῶς χριστοῦ· τοσοῦτόν γε μὴν λειπόμενον τοῦ ἀληθοῦς, καθ’ ὅσον ὁ μὲν ἀληθὴς Χριστὸς πρὸς τοῦ τῶν ὅλων θεοῦ ἀκούει ‘‘κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.” καὶ ‟κατακυρίευε κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.”