Ancient Greek · ~6 min
16.58 to 16.62
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.58-62
Not analysed yet
ὁ δὲ Μώσεως οὐδ’ ὅ τι ποτὲ ἐν ἀνθρώποις ὠνομάσθη δῆλος ἦν, εἰ μὴ διὰ τῆς Μώσεως γραφῆς· καὶ οὗτος μὲν ὀψέ ποτε μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Αἰγύπτου περιρραντηρίοις τισὶ καὶ ταῖς δι’ αἱμάτων θυσίαις καθαρθεὶς ἐλαίῳ κέχριστο σκευαστῷ. Μώσεως αὐτὸν κεχρικότος. ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα ὅλος δι’ ὅλου καὶ αὐτὸς αὑτῷ τὰ πάντα ὅμοιος μηδ’ ὁτιοῦν παραλλάττων Χριστὸς, ἦν ἀεὶ καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ’ αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου οὐδὲ δι’ ὕλης τῆς ἐν ἀνθρώποις, ἀλλὰ πρὸς τοῦ ἐπὶ πάντων θεοῦ τῆ ἀγενεῖ θεότητι κεχρισμένος. καὶ ἐπειδήπερ τὸ τῆς προσηγορίας αὐτοῦ παρ’ ἡμῶν ἐξετάζεται, τῶν εἰρημένων ἁπάντων εἴη ἂν ἐπισφράγισμα τὸ παρὰ τῷ σοφωτάτῳ Σολομῶντι λόγιον φάσκον ἐν τῷ Ἄιλματι τῶν ᾀσμάτων ‟μύρον ἐκκενωθὲν ὄνομά σου. καὶ οὗτος γὰρ ἐνθέῳ σοφίᾳ κεχορηγημένος, καὶ καταξιωθεὶς ἀπορρητοτέρων περὶ τοῦ Χριστοῦ καὶ τῆς ἐκκλησίας αὐτοῦ θεωρημάτων, καὶ τοῦ μὲν ὡς ἐπουρανίου νυμφίου, τῆς δὲ ὡς νύμφης αὐτοῦ μνημονεύσας, ἐπιζητουμένου τί ἄρα ἣν ὄνομα τῷ νυμφίῳ, ἐπιφωνεῖ ὡς πρὸς αὐτὸν λέγων, τὸ ὄνομά σου, νυμφίε, μύρον ἐστὶν, καὶ μύρον οὐχ ἁπλῶς, ἀλλὰ κεκενωμένον. ποῖον δὲ ἂν· γένοιτο ὄνομα μύρου κεκενωμένου δηλωτικὸν ἢ τὸ τοῦ Χριστοῦ ὄνομα; οὐ γὰρ ἂν ἄλλως οὔτ’ ἂν γένοιτο οὔτ’ ἂν ὀνομασθείη Χριστὸς ἢ μύρου προσχυθέντος. ὁποῖόν δὲ τοῦτο ἦν τὸ μύρον, ᾧ χρισθεὶς ὁ δηλούμενος Χριστὸς ἀποπέφανται, διὰ τῶν πρόσθεν ἡμῖν ἀποδέδοται. τοσούτων περὶ τῆς τοῦ Χριστοῦ προσηγορίας διηγορευμένων φέρε καὶ περὶ τῆς τοῦ Ἰησοῦ διασκεψώμεθα.