Ancient Greek · ~3 min
17.14 to 17.15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 17.14-15
Not analysed yet
ἀλλ’ ὁ μὲ Ἀαρὼν, ὁ παρὰ Μωσεῖ Χριστὸς, τῆς παρὰ Αἰγυπτίοις ἀπαλλάξας τὸν λαὸν δουλείας, ἐπ’ ἐλευθερίᾳ τε καὶ θεραπείᾳ τοῦ τῆς ἀπ’ Αἰγύπτου πορείας αὐτῶν ἡγησάμενος, τὴν εἰκόνα σώζοι ἂν τοῦ ἀληθοῦς κυρίου, ὃς τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐλυτρώσατο· ὁ δ’ ἐν τῷ προφήτῃ Ἰησοῦς ὁ ἱερεὺς ὁ μέγας τῆς ἀπὸ Βαβυλῶνος ἐπὶ τὴν Ἱερουσαλὴμ ἐπανόδου προέστη, δεῖγμα φέρων καὶ αὐτὸς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν, ὃν ἔχομεν ἱερέα μέγαν διεληλυθότα τοὺς οὐρανοὺς, δι’ οὗ καὶ αὐτοὶ ὥσπερ ἐκ Βαβυλῶνος τῆς κατὰ τὸν ἐνεστῶτα βίον συγχύσεως τε καὶ αἰχμαλωσίας ἀπολυτρωθέντες εἰς τὴν οὐρανό- πολιν, τὴν ἀληθῶς Ἱερουσαλὴμ, σπεύδειν ἐδιδάχθημεν.