Ancient Greek
17.17 to 17.18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 17.17-18
Not analysed yet
διό φησιν ὁ Ἠσαίας “οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν.’ ἀλλὰ καὶ Ἰωάννης ὁ βαπτιστὴς ἰδὼν τὸν κύριον εἶπεν “ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. καὶ ὁ Παῦλος τούτοις παραπλησίως περὶ αὐτοῦ γράφων φησὶ τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἔνα ἡμεῖς δικαιοσύνη θεοῦ γενώμεθα ἐν αὐτῷ.” καὶ “Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας του νόμου, γενόμενος ὕπερ ἤμων κατάρα.” ταῦτα δὴ οὑν ἅπαντα θεσπίζουσα ἡ προφητεία ἐδήλου δι’ ὧν φησιν‘‘ καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά.”