Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 17
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 17.2
Not analysed yet
Ὅρα δὴ τίνα τρόπον καὶ νῦν αὐτὸς ὁ κύριος ὁ καταβὰς ἐκάλεσεν ἐν νεφέλῃ, καὶ τῷ Μωσεῖ παραστὰς ἐν ὀνόματι κυρίου, ἕτερον παρ’ ἑαυτὸν, συνήθως κατὰ ἀναδίπλωσιν δὶς κύριον ἐπικαλούμενον, ὡς ἂν καὶ ἑαυτοῦ καὶ τῶν λοιπῶν ἁπάντων δεσπότην θεολογούμενον, τὸν ἑαυτοῦ πατέρα, καὶ ὅτι γε ἐν τούτοις οὐ Μώσης, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ γὰρ αὐτὸς ὁ κύριος ἕτερον κύριον τὸν πατέρα καλεῖ, προλαβὼν αὐτὸς ὁ χρηματίζων τῷ Μωσεῖ φησιν ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι κυρίου.”