Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 17
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 17.4-2
Not analysed yet
καὶ αὐτὸς δὲ ὁ κύριος καλεῖ λέγων ’κύριε ὁ θεὸς οὐκτίρμων καὶ ἐλεήμων" καὶ τὰ ἑξῆς, σαφῶς ὁ κύριος τὸν θεράποντα ἑαυτόν τε ὅστις εἴη καὶ τὴν τοῦ κρείττονος κυρίου γνῶσιν μυσταγωγῶν. τοῦτο δέ σοι παραστήσει ἔνθα προσευχόμενος ὑπὲρ τοῦ λαοῦ τῶν προκειμένων τοῦ κυρίου μνημονεύει φωνῶν τὸν κύριον ταῦτα εἰρηκέναι, ἀλλ’ οὐκ αὐτὸν, ἐν οἷς "καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, κύριε, ὃν τρόπον εἶπας λέγων, κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἴως ἐπὶ τρίτην καὶ τετάρτην γενεάν."