Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 17
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 17.5
Not analysed yet
οὕτω μὲν δὴ Μώσης ὁ πάντων προφη- τῶν θαυμασιώτατος, ἀμφοτέρας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείῳ πνεύματι διαγνοὺς τὰς ἐπωνυμίας, ταύταις ὡς ἂν βασιλικοῖς διαδήμασι τοὺς παρ’ αὐτὸν πάντων τῶν ἀρχόντων ἐκκρίτους ἐτίμησεν, δυ- σὶν ἄρχουσι καὶ ἡγεμόσι τοῦ λαοῦ, τῷ τε ἀρχιερεῖ καὶ τῷ οἰκείῳ διαδόχῳ, τὸν Χριστὸν καὶ τὸν Ἰησοῦν ἐπιφημίσας κατ’ ἀξίαν, τῷ μὲν Ἀαρὼν τὸν Χριστὸν, τῷ δὲ Ναυσῇ, ὡς ἂν τὴν αὐτοῦ τελευτὴν διαδεξομένῳ, τὸν Ἰησοῦν ἀπονείμας.