Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.12
Not analysed yet
καθ’ ἡμᾶς δὲ ταῦτα καὶ πρὸς λέξιν μὲν ἀποδέδοται, καὶ καθ’ ἑτέραν δὲ διάνοιαν· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἡ πόλις αὐτῶν, αὕτη γε ἡ Ἱερουσαλὴμ, καὶ τὸ πάν σύστημα καὶ πολίτευμα τῆς κατὰ τὸν νόμον Μώσεως θρησκείας καθῃρεῖτο· αὐτίκα δὲ τὴν κατὰ διάνοιαν αἰχμαλωσίαν πρὸς τῇ σωματικῇ πεπόνθασι, τὸν σωτῆρα καὶ λυτρωτὴν τῶν ἀνθρωπίνων ψυχῶν μὴ παραδεξάμενοι, τὸν ἐλθόντα κηρῦξαι τοῖς ὑπὸ δαιμόνων πονηρῶν αἰχμαλώτοις ἄφεσιν καὶ τοῖς τὰς διανοίας τυφλοῖς ἀνάβλεψιν.