Ancient Greek
18.29 to 18.31
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.29-31
Not analysed yet
καὶ ὅρα μή ποτε διὰ τούτων τὸ μὲν πρὸς ἀνατολὰς καὶ πρὸς νότον δύο τάγματα σημαίνει τῶν τῆς κατὰ θεὸν προκοπῆς ἐπειλημμένων, ἕν μὲν τῶν ἐν γνώσει καὶ λόγῳ καὶ τοῖς λοιποῖς τοῦ θείου πνεύματος χαρίσμασι τελειουμένων, θάτερον δὲ τῶν διὰ βίου κατορθούντων, ἐν ἐκλογαῖς γε μὴν διατριβόντων. τὰ δὲ λοιπὰ δύο μέρη τῶν προτέρων διῃρημένα εἴη ἂν, τὸ κατὰ θάλασσαν καὶ πρὸς βορρᾶν, ἀμφότερα πρὸς τῇ κακίᾳ σημαινόμενα. ‟ἀπὸ ἀπὸ προσώπου γὰρ (φησὶ) βορρᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν·” ὅ τε δράκων ἐπὶ τῆς θαλάσσης ποιεῖσθαι τὰς διατριβὰς λέγεται. ὥστε εἰκότως κἀνταῦθα τῶν ἀπὸ τῆς ἐκκλησίας ἀποπιπτόντων δύο πάλιν δηλοῦσθαι τρόπους, τόν τε κατὰ τὸ ἦθος ἁμαρτάνοντα καὶ τὸν τῆς ὑγιοῦς καὶ ὀρθοδόξου γνώσεως ἐξολισθαίνοντα, ὡς εἶναι ταύτας τοῦ δηλουμένου τοῦ ἐλαιῶνος ὄρους τὰς ὑπὸ τῆς προφητείας αἰνιττομένας διαστάσεις.