Ancient Greek · ~2 min
18.38 to 18.39
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.38-39
Not analysed yet
ταῦτά μοι ἀπὸ τοῦ συγγράμματος τῆς Ἰωσήπου Ἰουδαι· κῆς ἀρχαιολογίας κείσθω. καὶ ἐν τῷ προφήτῃ δὲ Ἀμὼς εὗρον κατ’ ἀρχὰς τῆς προφητείας αὐτοῦ ὡς ὅτι ἤρξατο προφητεύειν ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα πρὸ δύο ἐτῶν τοὐ σεισμοῦ. ποίου δὲ σεισμοῦ οὐκέτι σαφῶς ἐπιλέγει. οἶμαι δὲ τὸν αὐτὸν προφήτην προιόντα τὸν σεισμὸν ὑπογράφειν ἐν οἷς φησιν εἶδον τὸν κύριον ἐφεστῶτα ἐπὶ τοῦ θυσιαστηρίου, καὶ εἶπε, πάταξον ἐπὶ τὸ θυσιαστήριον, σιαστήριον, καὶ σεισθήσεται τὰ πρόπυλα, καὶ διάκοψον εἰς κεφαλὰς πάντων, καὶ τοὺς καταλοίπους αὐτῆς ἐν ῥομφαίᾳ ἀποκτενῶ.’