Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.42
Not analysed yet
κατὰ τοῦτο δὴ οὖν τοῦ καιροῦ καὶ ἡ κοιλὰς τῶν τοῦ θεοῦ ὀρέων ἐνεφράγη, ὥσπερ οὖν γέγονεν ἐπὶ Ὀζίου· πρὸς μὲν ῥητὸν καὶ λέξιν κατὰ τὴν Ῥωμαίων πολιορκίαν, καθ’ ἣν οἶμαι συμβῆναί τινα τοιαῦτα, πρὸς δὲ διάνοιαν ὅτε ἡ σωματικὴ καὶ ταπεινοτέρα τοῦ Μώσεως νόμου λατρεία ἀπεκλείσθη εἰς τὸ μηκέτι ἐνεργεῖσθαι διὰ τὸν σεισμὸν τὸν ἐπελθόντα προφητικῶς ἐξ ἐκείνου τῷ Ἰουδαίων ἔθνει, καὶ διὰ τὰ λοιπὰ τὰ ἀναγεγραμμένα. μετὰ ταῦτα ἐπαναλαβὼν ὁ λόγος τὴν τοῦ κυρίου παρουσίαν σαφέστερον ἀνακηρύττει λέγων ‟καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἶ ἅγιοι μετ’ αὐτοῦ,”