Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.44
Not analysed yet
ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε ‟καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν, ἥτις ἔγνωσται τῷ κυρίῳ, οὐχ ἡμέρα οὐδὲ νὺξ, ἀλλ’ ἔσται τὸ πρὸς ἐσπέραν φῶς.” καὶ ὅρα εἰ μὴ διὰ τούτων λευκότατα τὴν ἡμέραν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν δηλοῖ, ἐν ᾗ ἡμέρᾳ τὸ μὲν ‟οὐκ ἔσται φῶς ἐπληροῦτο, ἡνίκα ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης, τὸ δὲ ‟ἀλλὰ ψῦχος καὶ πάγος,” ὅτε κατὰ τὸν Λουκᾶν ‟παραλαβόντες τὸν Ἰησοῦν ἤγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.”