Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.5
Not analysed yet
ἐναργέστατα τοιγαροῦν καὶ ἐνταῦθα τοῦ σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου ἡ παρουσία καὶ τὰ ἐπὶ ταύτῃ συμβεβηκότα δηλοῦνται. ταῦτα δὲ ἦν ὁμοῦ τὰ περὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ πεπραγμένα, καὶ ἡ παραυτίκα τῷ Ἑβραίων ἔθνει ἐπελθοῦσα πολιορκία, καὶ τῆς Ἱερουσαλὴμ ἡ ἅλωσις, καὶ ἡ πρὸς τούτοις κλῆσις τῶν ἐθνῶν, τοῦ τε ἑνὸς καὶ μόνου θεοῦ εἰς πᾶν γένος ἀνθρώπων ἐπίγνωσις.