Ancient Greek
18.7 to 18.8
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 18.7-8
Not analysed yet
τοιοῦτον γάρ ἐστι τὸ ‘‘ἰδοὺ ἡμέραι ἐρχονται τοῦ κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ.” μετὰ δὲ τὴν τῆς Ἱερουσαλὴμ πολιορκίαν, καὶ τὴν μετ’ αὐτὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους, ἐπιλέγει ἐξῆς ἀγαθὰ τοῖς πᾶσι θεσπίζων “καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γὴν.” καὶ πάλιν “ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ὲν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.