Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.13
Not analysed yet
Πῶς δ’ ἂν ἔμελλον τῷ Ἀβραὰμ ἐνευλογηθήσεσθαι πάντα τὰ ἔθνη καὶ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, εἰ μηδέν τι προσήκοντες ὑπῆρχον αὐτῷ, μήτε κατὰ ψυχῆς τρόπον μήτε κατὰ σώματος συγγένειαν; τῆς τε γὰρ κατὰ σάρκα συγγενείας τίς ἦν πρὸς τὸν Ἀβραὰμ συγγένεια Σκύθαις, φέρε εἰπεῖν, ἢ Αἰγυπτίοις, ἡ Αἰθίοψιν, ἢ Ἰνδοῖς, ἢ Βρεττανοίς, ἢ Ἰσπανοῖς ; ἢ πῶς ἂν ταῦτα τὰ ἔθνη καὶ τὰ ἔτι τούτων ἀπῳκισμένα τῆς πρὸς τὸν Ἀβραὰμ κατὰ σάρκα συγγενείας γενείας χάριν ἔμελλον εὐλογηθήσεσθαι;