Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.15
Not analysed yet
πῶς οὖν τοὺς ἐν τῷ τοιούτῳ θηριώδει βίῳ προηγμένους τῆς τοῦ θεοφιλοῦς μετασχεῖν οἷόν τε ἦν εὐλογίας, εἰ μήποτ’ ἄρα τῆς θηριωδίας μεταβα- λόντες τοῦ ὁμοίου τρόπου τῆς τοῦ Ἀβραὰμ θεοσε- βείας ἤμελλόν ποτε μεταλήψεσθαι; ἐπεὶ κἀκεῖνος, ἀλλοεθνής τις ὢν καὶ ἀλλότριος ἧς ὕστερον μετῆλ- θεν εὐσεβείας, λέγεται μετατεθεῖσθαι, καὶ τῆς πα- τρικῆς δεισιδαιμονίας μεταβεβλῆσθαι, οἶκόν τε καὶ συγγένειαν καὶ ἔθη πάτρια, βίου τε ἀγωγὴν, ἐν ᾗ γεγέννητό τε καὶ τέθραπτο, καταλελοιπέναι, ἠκολου- θηκέναι δὲ θεῷ, τῷ καὶ τοὺς χρησμοὺς αὐτῷ τοὺς ἀναγράπτους δεδωκότι.