Ancient Greek · ~3 min
2.16 to 2.18
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.16-2-18
Not analysed yet
Ὡσαύτως δὲ καὶ μᾶλλον θεοπρεπέστερον Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐπὶ τῆς θαλάσσης περιπατήσας καὶ τὸν Πέτρον βαίνειν ἐπ’ αὐτῆς ἐποίησε. γέγραπται δ’ οὖν ‘‘τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης. καὶ ἰδόντες αὐτὸν περιπατοῦντα ἐπὶ τῆς θαλάσσης ἐταράχθησαν.” καὶ μετ’ ὀλίγα “ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπεν, κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα. ὁ δὲ εἶπεν, ἐλθέ· καὶ καταβὰς ἀπὸ τοῦ πλοίου Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα.” Πάλιν Μώσης ἀνέμῳ νότῳ βιαίῳ ἔπηξε τὴν θάλασσαν. λέγει δ’ οὖν ἡ γραφή “ἐξέτεινε δὲ Μωσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγε κύριος τὴν θάλασσαν ἀνέμῳ νότῳ βιαίῳ. καὶ ἐπιφέρει “ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης.”