Ancient Greek
2.2 to 2.3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.2-3-3
Not analysed yet
“προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν ὥσπερ σὲ, καὶ δώσω τὸ ῥῆμά μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ’ ὅ τι ἂν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ὃς ἂν μὴ ἀκούσῃ τῶν λόγων αὐτοῦ, ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.” Τὰ ὅμοια δὲ καὶ αὐτὸς ὁ Μώσης πρὸς τὸν λαὸν διερμηνεύων τὸ τοῦ θεοῦ λόγιόν φησιν “προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ ἀναστήσει κύ- ριος ὁ θεός σου, αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας.”