Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.2-4
Not analysed yet
ὅθεν εἰκότως οἱ χρησμοὶ θεολογουντες θεὸν γεννητὸν αὐτὸν ἀποφαίνουσιν, ὡς ἂν τῆς ἀνεκφράστου καὶ ἀπερινοήτου θεότητος μόνον ἐν αὐτῷ φέροντα τὴν εἰκόνα, δι’ ἣν καὶ θεὸν εἶναί τε αὐτὸν καὶ λέγεσθαι τῆς πρὸς τὸ πρῶτον ἐξομοιώσεως χάριν, ταύτῃ τε αὐτὸν ἀγαθόν φασιν ὑπηρέτην πρὸς τοῦ πατρὸς ὑποβεβλῆσθαι, ἔνα ὥσπερ δι’ ἑνὸς πανσόφου καὶ ζῶντος ὀργάνου τεχνικοῦ τε καὶ ἐπιστημονικοῦ κανόνος τὰ πάντα αὐτῷ ἀπευθύνοιτο, σώματα ὁμοῦ καὶ ἀσώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικὰ σὺν ἀλόγοις, θνητὰ σὺν ἀθανάτοις, καὶ εἴ τι τούτοις ἕτερον συνυφέστηκέ τε καὶ συνύφανται, καὶ ὡς μιᾷ τῶν ὅλων δυνάμει, ἐνί τε ζῶντι καὶ ἐμψύχῳ νόμῳ τε καὶ λόγῳ ἐν πᾶσιν ὄντι καὶ διὰ πάντων ἥκοντι τὰ πάντα συναρμόζοιτο ὑφ’ ἑνὶ πανσόφῳ δεσμῷ, αὐτῷ δὴ τῷ τοῦ θεοῦ λόγῳ τε καὶ νόμῳ, συναγόμενά τε καὶ συνδούμενα.