Ancient Greek · ~5 min
2.2 to 2.5
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.2-6-5
Not analysed yet
Καὶ τί ἕτερον βούλεται σημαίνειν ἡ διὰ τούτων δηλουμένη κυρίου τοῦ θεοῦ ἄνοδος ἢ τὴν πρὸ τῆς ἀνόδου κάθοδον αὐτοῦ, ἐφ’ ᾗ πάλιν ἡ τῶν ἐθνῶν ἁπάντων κλῆσις θεσπίζεται, χαρὰς τε καὶ εὐφροσύνης σημεῖα ἐπὶ τῇ μελλούσῃ θεογνωσίᾳ τοῖς ἔθνεσιν ἅπασιν εὐαγγελίζεται, ὅτε κύριος αὐτὸς ὁ ὕψιστος μόνος θεὸς καὶ βασιλεὺς ἁπάσης τῆς γῆς ὁμολογηθεὶς ὑποτάξειν λαοὺς ἡμῖν λέλεκται,. ἡμῖν δὲ τίσιν; ἦ δηλαδὴ τοῖς ταῦτα προφητεύουσιν· ὃ καὶ ἔστιν ἐναργῶς ἰδεῖν πεπληρωμένον, ὅτε πάντα τὰ εἰς Χριστὸν πεπιστευκότα ἔθνη τοῖς λόγοις τῶν προφητῶν ὺποτέτακται. λέγοιτο δ’ ἂν ταῦτα καὶ ἐκ προσώπου τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, οἳ καὶ εἴποιεν ἂν τὸ ‟ἐξελέξατο ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ.” κληρονομίαν δὲ αὐτοῦ τίνα χρὴ νοεῖν ἢ τὴν κλῆσιν τῶν ἐθνῶν ἀπάντων, ἣν αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ παριστὰς ἔφησε ‘‘κύριος εἶπε πρός με, υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.” ταύτην οὖν τὴν ὑπὸ πατρὸς δεδομένην αὐτῷ κληρονομίαν ὑπέταξε τοῖς ἀποστόλοις αὐτοῦ καὶ προφήταις, τῷ τοὺς εἰς αὐτὸν πεπιστευκότας τοῖς τούτων ὑποτετάχθαι λόγοις ἀκολούθως τοῖς προκειμένοις θεσπίσμασι. καὶ ταῦτα δὲ πάντα κατορθώσας ἐπὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ θεὸς λόγος, περὶ οὗ πλεῖστα ἡμῖν διείληπται, ‘‘ἀνέβη ἐν ἀλαλαγμῷ.”