Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.60
Not analysed yet
Ἤρκει μὲν οὖν ἐπὶ τούτοις ἐπιγράψαι τὴν προφητείαν, εἰ μηδέν τι πλέον ἔσεσθαι μετὰ τὴν τοῦ Χριστοῦ τελευτὴν ἑώρα· ἐπεὶ δὲ ὅσον οὔπω ἔμελλε μετὰ τὴν τελευτὴν ἢ μετὰ τὴν ταφὴν παλινοστεῖν καὶ ἀναβιοῦν, ἔτι περὶ αὐτοῦ καὶ ταῦτα προστίθησιν, ἑξῆς ἐπιλέγων ‟καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς.”