Ancient Greek · ~5 min
2.66 to 2.69
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.66-69
Not analysed yet
Ταῦτα δ’ οὖν τὰ ἔθνη καὶ ὁ προφήτης ἠνίξατο εἰπὼν ‟διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλούς” καὶ ἐπιλέγει καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα.” τῶν γὰρ δυνάμεων τῶν ἀντικειμένων, αἱ πάλαι τῶν ἐθνῶν ἦρχον, τὰς ὑποχειρίους ῥυσάμενος ψυχὰς, οἷα δὴ τινα σκῦλα τοῖς οἰκείοις διένειμεν μαθηταῖς διό φησιν ὁ Ἡσαΐας περὶ αὐτῶν ‟καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὃν τρόπον οἶ διαιρούμενοι σκῦλα.’ καὶ ὁ ψαλμῳδὸς ‟κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου σκῦλα.” Εἰκότως τοιγαροῦν καὶ ἐνταῦθα περὶ τοῦ Χριστοῦ φησιν ‟διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς. καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα.” διὰ ποῖον δὲ τοῦτο πάλιν ἑξῆς διδάσκει φήσας ‟ἀνθ᾿ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη, καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκεν, καὶ διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθη.” ἀντὶ τούτων γὰρ ἀμειβόμενος αὐτὸν ὁ πατὴρ τῆς ὑπακοῆς καὶ τῆς ὑπομονῆς ἕνεκα δεδώρηται αὐτῷ τὰ ἐγκείμενα· γέγονε γὰρ ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου· νάτου· διὸ καὶ κληρονομήσειν πολλοὺς, καὶ οὐ πρότερον, ἀλλὰ μετὰ τὸ παραδοθῆναι εἰς θάνατον τὴν ψυχὴν αὐτοῦ καὶ ἐν τοῖς ἀνόμοις λογισθῆναι, θεσπίζεται. διὰ ταῦτα γὰρ εἴρηται κληρονομήσειν πολλοὺς καὶ τῶν ἰσχυρῶν μερίσειν τὰ σκῦλα.