Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.7-4
Not analysed yet
παντὸς γὰρ ὀργάνου μουσικοῦ μεγαλοφωνοτέρας οὔσης τῆς σάλπιγγος, οἰκείως παρείληπται τὸ παράδειγμα εἰς παράστασιν τοῦ πάντων τῶν ἐξ αἰῶνος κραταιοτέραν καὶ μεγαλοφωνοτέραν τὴν περὶ τοῦ Χριστοῦ πᾶσιν ἀνθρώποις κατηγγέλθαι διδασκαλίαν, δι’ ἧς ὥσπερ διὰ σάλπιγγος εἰς ἐξάκουστον πάντων τῶν ἀνθρώπων βοᾷ καὶ κέκραγε τὸ πνεῦμα τὸ ἅγιον τὰ ἐξῆς τοῦ Ψαλμοῦ, δι’ ὧν εἴρηται ‘‘ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε.” ὅτι βασιλεὺς οὐκέτι μόνου τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ πάσης φησὶ τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς.