Ancient Greek · ~2 min
2.71 to 2.72
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.71-72
Not analysed yet
καὶ πάλιν “κύριε, ἀνήγαγες ἐξ Ἅιδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.” καὶ πάλιν “ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου.” Τούτοις δὲ πᾶσιν ἀντιβλέψαι δύνασθαι οὐδὲ τοὺς σφόδρα ἀγνωμονεστάτους ἡγοῦμαι. πλὴν ἀλλὰ τῆς Ἠσαίου προφητείας τὸ συμπέρασμα τὴν πάλαι στεῖραν καὶ ἔρημον θεοῦ ψυχὴν, ἢ καὶ μᾶλλον τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, εὐαγγελίζεται ἀκολούθως τῇ θεωρίᾳ τῶν εἰρημένων.