Ancient Greek · ~2 min
2.74 to 2.75
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.74-75
Not analysed yet
Ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν καθ’ ὅλης τῆς οἰκουμένης ἐξηπλωμένην καὶ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν παρατείνουσαν ὁ λόγος εὐαγγελίζεται, σαφέστατα τοῦτο παριστὰς διὰ τοῦ “καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει.” πλείονος δὲ ἐξεργασίας δεομένων τῶν κατὰ τὸν τόπον, ἀρκούντως ἐπὶ τοῦ παρόντος ταὐθ’ ἡμῖν ἐπιτετμήσθω· πλεῖστα δ’ ἂν καὶ αὐτὸς ἐπὶ σχολῆς ἀναλέξασθαι δύναιο περὶ τοῦ προκειμένου, καὶ ἡ παροῦσα δὲ πραγματεία τῆς Εὐαγγελικῆς Ἀποδείξεως κατὰ καιρὸν ἕκαστα παραδώσεταί τε καὶ ἑρμηνεύσει.