Ancient Greek · ~2 min
2.8 to 2.9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.8-2-9
Not analysed yet
Πάλιν Μώσης θαυμασίοις ἔργοις καὶ παραδοξοποιίαις τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν εὐσέβειαν ἐπιστώσατο· ὡσαύτως δὲ καὶ ὁ Χριστὸς ταῖς ἀναγράπτοις θαυματουργίαις πρὸς πίστιν τῶν ὁρώντων κεχρημένος τὰ καινὰ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ μαθήματα συνεστήσατο. πάλιν Μώσης ἐκ πικρᾶς τῆς ὑπ’ Αἰγυπτίοις δουλείας τὸ Ἰουδαίων ἔθνος εἰς ἐλευθερίαν μετεστήσατο· καὶ Ἰησοῦς δὲ ὁ Χριστὸς ἐκ τῆς ὑπὸ τοῖς πονηροῖς δαίμοσι δυσσεβοῦς καὶ Αἰγυπτιακῆς εἰδωλολατρίας εἰς ἐλευθερίαν τὸ πάντων ἀνθρώπων γένος ἀνεκαλέσατο.