Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 20
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 20.5
Not analysed yet
Ὅτι μὲν οὖν κυρίου τοῦ δημιουργοῦ τυγχάνουσιν αἶ προκείμεναι φωναὶ οὐκ ἐκ τῶν προτεθέντων μόνον, ἀλλὰ καὶ ἐκ τῶν σοι φαινομένων διαγνῶναι ῥᾴδιον· ὅτι δὲ τὸ ‘ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας" καὶ τὸ "ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν,” τὴν Ἅιδου τοῦ σωτῆρος ἡμῶν θεσπίζει κατὰ τὸν προσήκοντα καιρὸν ἀποδείξομεν, τοσοῦτον νῦν ἐπισημηνάμενοι, ὡς μᾶλλον τῷ θεῷ λόγῳ ἤπερ τῷ θεῷ τῶν ὅλων τὰ κατὰ τὸν τόπον ἀνατιθέναι προσήκει.