Ancient Greek · ~2 min
20.8 to 20.9
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 20.8-9
Not analysed yet
δράκοντα γὰρ ποίῳ κυρίῳ προσήκει νομίζειν ἢ τῷ θεῷ λόγῳ καὶ σωτῆρι ἡμῶν; ὃς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου πάλαι πρότερον πολιορκοῦντα τὸ τῶν ἀνθρώπων γένος καθεῖλε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, ὁ καὶ αὐτὸς παρίστησι φήσας ‟ἦλθες δ’ ἐπὶ πηγὴν θαλάσσης, δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας· ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ Ἅιδου ἰδόντες σε ἔπτηξαν.” Ἀπὸ τοῦ ABBREV Ψαλμοῦ.