Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 26
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 26.2
Not analysed yet
Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χρισοῦ εἰς ἀνθρώπους παρουσίαν, καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι’ αὐτοῦ κλῆσιν ἀναφωνοῦντα. ἐγὼ μὲν οὖν αὐτὸς ὁ κύριος ἥξω, φησὶν, ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ’ ὁ πάλαι ἰσραὴλ,, ἀλλ’ οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεὸν, ἐφ’ ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς κα λουμένης θυγατρὸς Σιῶν. οὕτω δὲ τὴν ἐπὶ γῆς ἐκκλησίαν τοῦ θεοῦ, ὥσπερ τινὰ θυγατέρα τυγχάνουσαν τῆς ἐπουρανίου, τοῖς ἱεροῖς γράμμασι ἀποκαλεῖν φίλον.