Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.1
Not analysed yet
Ὅτι δὲ ἡ κατὰ Μωυσέα διαταγὴ Ἰουδαίοις, ὡς ἔφην, καὶ τούτοις οὐχὶ πᾶσιν, οὐδὲ γὰρ τοῖς ἐν διασπορᾷ τυγχάνουσιν, ἀλλ’ ἢ μόνοις τοῖς τὴν Πα- λαιστίνην οἰκοῦσιν ἐφήρμοζεν, ὧδέ σοι συλλογιζο- μένῳ φανερὸν ἔσται. φησί που Μωυσῆς νομοθε- τῶν “τρὶς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου.” καὶ ἔτι σαφέστερον ὅπου ἐχρῆν ἀπαντᾶν τοὺς πάντας τρὶς τοῦ ἔτους ἀφορίζει λέγων τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πὰν ἀρσενικόν σου ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος.