Ancient Greek
ΒΙΒΛΙΟΝ EKTON, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.1-6
Not analysed yet
‘‘Θεὸς θεῶν κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν· ἐκ Σιῶν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. ὁ θεὸς ἐμφανῶς ἥξει, ὁ θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. καὶ μεθ’ ἕτερα "ἄκουσον φησὶ) λαός μου, καὶ λαλήσω σοὶ, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι. ὁ θεὸς ὁ θεός σου εἰμὶ ἐγώ. οὐκ ἐπὶ ταῖς θυσίαις. σου ἐλέγξω σε. τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου εἰσὶ διὰ παντός.