Ancient Greek · ~2 min
3.108 to 3.109
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.108-109
Not analysed yet
Πολλάκις τινῶν λεγομένων ἔσεσθαι ἐν ἐπισήμῳ ἡμέρᾳ, τοῦτ’ ἔστιν ἐν ἐπιφανείᾳ χρόνου, λογισμῷ συνάγοντες τὴν τῶν δηλουμένων ἀκολουθίαν ἐπὶ τὴν τοῦ θεοῦ παρουσίαν ἀναφέρεσθαι ἐπεδείξαμεν, καθ’ ἣν τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπεσουμένου σπανίους τινὰς σωθήσεσθαι τοὺς ἐξ αὐτῶν καταλειφθησομένους οἶ θεῖοι δηλοῦσι λόγοι. ἥ γε μὴν μετὰ χεῖρας λέξις καὶ τὴν ἡμέραν καὶ τὸν διὰ ταύτης σημαινόμενον χρόνον καὶ τὰ ἐπὶ τούτῳ συμβεβηκότα λευκότατα παρίστησιν· θεσπίζουσα γὰρ τὴν ἐκ σπέρματος τοῦ Δαβὶδ γενησομένην τοῦ Χριστοῦ γένεσιν ὁμοῦ καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν προαναφωνεῖ· λέγει δὲ οὕτως