Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.111
Not analysed yet
σαφέστατα τὴν ἐκ ῥίζης Ἰεσσαὶ, πατὴρ δὲ ἦν οὗτος τοῦ Δαβὶδ, γένεσιν τοῦ χριστοῦ παριστὰς, ἐφ’ ᾑ γενέσει τὴν τῶν ἐθνῶν κλῆσιν πρότερον μὲν δι’ αἰνίματος προφητικῷ τρόπῳ ἀναφωνεῖ. τὸ γὰρ “συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις σὺν ἐρίφῳ συναναπαύσεται,” καὶ τὰ τοιαῦτα, οὐδὲν ἕτερον ἢ τῶν ἀγρίων καὶ ἀπηνῶν τὸν τρόπον καὶ μηδὲν θηρίων διαφερόντων ἐθνῶν τὴν ἐπὶ τὸν εὐσεβῆ καὶ ἥμερόν τε καὶ κοινωνικὸν τρόπον μεταβολὴν ἐδήλου.