# Demonstratio Evangelica 3.115

Eusebius, Demonstratio Evangelica, ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/demonstratio-evangelica/3.115

τίς δ’ ἦν ὁ ἀνιστάμενος ἀλλ’ ἢ ῥίζα τοῦ Ἰεσσαὶ, ὃν καὶ σαφῶς φησιν ἄρξειν ἐθνῶν, ἀλλ’ οὐχὶ Ἰσραήλ; ἐπειδὴ τοίνυν διαφόρως τὴν τῶν ἐθνῶν ἐπιστροφὴν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ φύντα καὶ βλαστήσαντα ἐδίδαξεν, οὐδὲν δὲ οὐδέπω χρηστὸν περὶ τῶν ἐκ περιτομῆς εἰρήκει, εἰκότως τὸ ἐλλιπὲς τῆς προρρήσεως ἀποδίδωσι φάσκων “καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ;’ τοῦτ’ ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ ἐκ ῥίζης Ἰεσσαὶ φύντος, προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζητῆσαι καὶ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ τῶνδε καὶ τῶνδε τῶν πολεμίων.” ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας πε- ποίηκε “καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ, τοῦ κτήσασθαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ, ὅ ὑπολειφθήσεται ἀπὸ τῶν Ἀσσυρίων,” καὶ τῶν ἑξῆς.

---

Eusebius, Demonstratio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg005.local001/.
