Ancient Greek · ~3 min
3.116 to 3.117
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.116-117
Not analysed yet
νοήσεις δὲ καὶ ταῦτα, πολεμίους τοῦ λαοῦ τοῦ θεοῦ νοητούς τινας καὶ πνευματικοὺς, ἤτοι δαίμονας πονηροὺς ἤ δυνάμεις ἀντικειμένας τῷ λόγῳ, θεωρήσας, οἵ τῶν κατωνομασμένων ἐθνῶν πάλαι πρότερον ἀοράτως προεστῶτες τὰς ψυκὰς ἐπολιόρκουν τοῦ Ἰσραὴλ, ποικίλοις πάθεσιν αὐτὰς περιβάλλοντες, ὑποςύροντές τε καὶ αἰχμαλωτίζοντες εἰς τὸν ὅμοιον τῆς τῶν ἀλλσφύλων ἀγωγῆς βίον. Τούτου δὴ οὖν παντὸς σχεδὸν εἰπεῖν τοῦ λαοῦ κατὰ ψυχὴν αἰχμαλώτου ληφθέντος ὑπὸ τῶν δεδηλωμένων, οἱ φυλαχθέντες καὶ καταλειφθέντες ἄτρωτοι καὶ ἄσυλοι κατὰ τὴν προφητείαν τῆς δηλουμένης ἐπαγγελίας τεύξονται, ὀψόμενοι τοῦ κυρίου τὴν χεῖρα καὶ κτῆμα αὐτοῦ γενηςόμενοι, κατὰ τὸ φάσκον λόγιον “προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ.