Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.12
Not analysed yet
ποῦ δὲ χρὴ ὁλοκαυτοῦσθαι τὴν δάμαλιν, ποῦ δὲ τὴν ἐν λέχει προσφέρειν τὰς θυσίας, ποῦ δὲ τὰ λοιπὰ νόμιμα συντελεῖν, ὅτι μὴ ἀδιαφόρως ἐν παντὶ τόπῳ, ἀλλ’ ἐν μόνῳ ἐνὶ ᾧ αὐτὸς ἀφορίζει, δῆλον ἀφ’ ὧν νομοθετεῖ λέγων “καὶ ἔσται ὁ τόπος ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν, ἐν αὐτῷ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμίν σήμερον.”