Ancient Greek · ~2 min
3.136 to 3.137
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.136-137
Not analysed yet
Καὶ ἐνταῦθα τῷ καταλειφθέντι τοῦ λαοῦ, οὐχὶ δὲ παντὶ τῷ ἔθνει αὐτῶν, ἀλλὰ μόνοις τοῖς διὰ τοῦ καταλείμματος σημαινομένοις, τὸν κύριον στέφανον ἔσεσθαι ἐλπίδος καὶ δόξης προφητεύει, τοὺς ἄλλους παρὰ τὸ κατάλειμμα τοὐ λαοῦ στέφανον ὕβρεως καὶ μισθωτοὺς τοῦ Ἐφραῒμ ὁνομάζων. Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω, ὅτι ἐξ Ἰερουσαλὴμ ἔσοντ’ αἰ οἶ καταλελειμμένοι καὶ οἱ σωζόμενοι ἐξ ὅρους Σιῶν. ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.”