Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.15-4
Not analysed yet
οὔτε γὰρ ὑπ’ ἀνθρώπων ᾕρητο, οὐκ ἐλαίῳ σκευαστῷ κέχριστο, οὐ γένος ἢν τῶν μηδὲ φανέντων πω· καὶ τὸ πάντων γε παραδοξότατον, ὅτι μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡς ἂν πολὺ κρείττων αὐτοῦ τυγχάνων, ἀλλὰ οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ ναῷ τὴν λειτουργίαν ἐξετέλει.