Ancient Greek
3.153 to 3.154
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.153-154
Not analysed yet
δι’ ὧν πᾶσα τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἐλπὶς οὔτε εἰς ἄνθρωπον, ἀλλ’ εἰς τὸν σωτῆρα καὶ κύριον αὐτῶν, οὗτος δὲ ἦν ὁ τοῦ θεοῦ οἷς ἐξῆς ἐπιλέγει καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων· ὃν τρόπον ὅταν διέλθῃ, καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος.” δι’ ὧν οἶμαι δηλοῦσθαι τὸ θαρσαλέον καὶ ἀκατάπληκτον τοῦ ἀποστολικοῦ κηρύγματος.