Ancient Greek
3.158 to 3.161
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.158-161
Not analysed yet
καὶ εὐλαβηθήσονται ἐν τῷ ὀνόματι κυρίου οἶ κατάλοιποι τοῦ Ἰσραὴλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν, καὶ οὐ λαλήσουσι μάταια. καὶ οὐ μὴ εὑρεθῇ ἐν στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. νγ΄, Ἀπὸ τοῦ Ζαχαρίου. “Ἰδοὺ ἡμέρα ἔρχεται ἐν σοὶ, καὶ τὰ σκῦλά σου ἐν σοί. καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἰερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται οἰκίαι, καὶ αἶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἶ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθήσονται ἐκ τῆς πόλεως.” νδ΄. Ἀπὸ τοῦ Ἱερεμίου.