Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.16-2
Not analysed yet
εἰ δ’ ἄρα βουληθείη εἶναι φύσεως τοιαύτης, ψυχὴν δὲ ἀθάνατον ἔχειν ἡμᾶς κατ’ οὐδὲν μὲν ἐμφερῆ τοῖς ἀλόγοις ζῴοις, τῶν δὲ τοῦ θεοῦ δυνάμεων φέρουσαν ἀπεικονίσματα διδάξας ἡγεῖσθαι, οὕτως τ’ ἔχειν καὶ διακεῖσθαι καὶ φρονεῖν πάντα βάρβαρον καὶ ἰδιώτην παιδεύσας, ἆρ’ οὐχὶ σοφωτέρους ἀπείργασται τοὺς καθ’ ὅλης τῆς οἰκουμένης τὰ αὐτοῦ φρονοῦντας τῶν τὰς ὀφρῦς ἀνεσπακότων, οἳ μηδὲν κατὰ τὴν οὐσίαν διαφέρειν ἀπεφήναντο ἐμπίδος τε καὶ εὐλῆς καὶ μυίας τὴν ἐν ἀνθρώποις ψυχὴν, ἀλλὰ καὶ ὄφεως καὶ ἐχίδνης ἄρκτου τε καὶ παρδάλεως καὶ συὸς ψυχῆς κατ’ οὐδὲν, ὅσον ἐπὶ λόγῳ φύσεως τε καὶ οὐσίας, τὴν σφῶν αὐτῶν τῶν φιλοσοφωτάτων ψυχὴν διαλλάττειν ;