Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.19-3
Not analysed yet
ἔτι πρὸς τούτοις ἔγνωμεν παρ’ αὐτοῦ μαθόντες πολεμίας τινὰς καὶ ἐχθρὰς τοῦ ἀνθρωπείου γένους ἀμφὶ τὸν περὶ γῆν ἀέρα πωτᾶσθαι, καὶ σὺν τοῖς πονηροῖς διατρίβειν δυνάμεις δαιμόνων, καὶ πνευμάτων πονηρῶν, καὶ τῶν ἐν τούτοις ἀρχόντων, οὓς παντὶ σθένει φεύγειν πεπαιδεύμεθα, εἰ καὶ ὅτι μάλιστα θεῶν προσηγορίας καὶ τιμὰς ἑαυτοῖς ὑφαρπάζουσιν, ταύτης δ’ οὖν ἔτι μᾶλλον τῆς θεομαχίας καὶ τῆς θεοεχθρίας ἕνεκεν ἀποτρεπτέας εἷναι, καθ’ ἃς ἐν τῇ Προπαρασκευῇ πεποιήμεθα διὰ πλείστων ἀποδείξεις. τοιαῦτα ἄττα τυγχάνει καὶ ἐν τοῖς δογματικοῖς μαθήμασι τοῦ σωτῆρος ἡμῶν ἀναφερόμενα, Ἑβραίων τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τε καὶ προφητῶν ἄντικρυς εὐσεβῆ παιδεύματα.