Ancient Greek · ~2 min
3.20 to 3.21
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.20-4-21
Not analysed yet
εἰκότως οὖν καὶ μεθ’ ὅρκου παραλήψεως μόνῳ τῷ δηλουμένῳ ‘‘ὤμοσε κύριος ὁ θεὸς, καὶ οὐ μεταμεληθήσεται, σὺ εἶ, λέγων, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” ἐπάκουσον δὲ οἷα καὶ περὶ τῶνδε ὁ ἀπόστολός φησιν ‟ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς βασιλείας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἔνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἶς ἀδύνατον ψεύσασθαι θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.”