Ancient Greek
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.21-2
Not analysed yet
καὶ ἐν τοῖς ἑξῆς φησιν ‟ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἀπ’ ἐσχάτου τῆς γῆς. ἐγὼ εἰμὶ, καὶ οὐκ ἔστιν ἄλλος· κατ’ ἐμαυτοῦ ὀμνύω, ἠ’ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ πὰν γόνυ κάμψει, καὶ ὀμεῖται πάσα γλῶσσα τὸν θεὸν τὸν ἀληθινὸν, λέγων, δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διοιρίζοντες ἑαυτοὺς ἀπὸ τοῦ κυρίου·” Λδ΄. Τοῦ αὐτοῦ. Δήλωσις τῆς τοῦ Χριστοῦ εἰς ἀνθρώπους παρουςίας καὶ ἔλεγχος τοῦ Ἰουδαίων ἔθνους, καὶ τοῖς ἔθνεσιν ἅπασιν ἀγαθῶν ἐπαγγελία.