Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.24
Not analysed yet
καὶ τὴν τρίτην δ’ ἑορτὴν ἔνθα προστάττει ἐκτελεῖν ἐπάκουσον “τῶν σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας, ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου, καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ἡ χήρα, ἐν τῷ τόπῳ ᾧ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἑαυτῷ.”