Ancient Greek · ~5 min
3.28 to 3.32
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.28-32
Not analysed yet
Καὶ ὅρα γε ὡς καὶ ἐνταῦθα τὸν πταίσαντά τι παρὰ γνώμην ἐν τῷ τόπῳ δεῖ ἀπαντᾶν οὗ σφάζουσι τὰ ὁλοκαυτώματα · οὗτος δὲ ἦν οὗ διὰ πλείστων ἤδη πρότερον ἐμνήσθη λέγων “ὅν ἂν ἐκλέξηται κύριος ὁ θεός σου.” Τοῦτο δ’ ὅτι μὴ δυνατὸν πρὸς ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἐκτελεῖσθαι καὶ αὐτὸς ὁ νομοθέτης συνιδὼν ἀκριβῶς ἐπεσημήνατο, οὐκ ἀορίστως κατὰ πάντων προαγαγὼν τὸν νόμον, ἀλλ’ ἐπειπὼν ‘ἐὰν ψυχὴ ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς.” Καὶ δεύτερον δὲ νόμον τίθησιν οὕτως ἔχοντα “ἐὰν δὲ ψυχὴ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν.” Τί οὖν χρὴ τοῦτον ποιεῖν ἀλλ’ ἢ λαβόντα μετὰ χεῖρας τὸ ἱερεῖον σπεύδειν ἐπὶ τὰ καθάρσια; ποῦ πάλιν ἀλλ’ ἢ ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα; καὶ τρίτον πάλιν ψυχὴ, φησὶν, ἥτις ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ τῶν θνησιμαίων τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ λάβῃ ἀπ’ αὐτοῦ, καὶ αὐτὸς μεμίανται, καὶ πλημμελήσῃ, ἢ ἅψηται ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ δ’ ἔγνω καὶ πλημμελήσῃ.” Τί δὴ οὑν καὶ τὸν μιανθέντα προσῆκον ἢν ποιεῖν ἀλλ’ ἢ ἀπαντὰν πάλιν ἐν τῷ τόπῳ, καὶ προσφέρειν περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε θῆλυ ἀπὸ τῶν προβάτων, ἢ ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας;