Ancient Greek · ~3 min
3.3 to 3.4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.3-4
Not analysed yet
οὐκοῦν τοὺς μέλλοντας ἅπαντας ἀπαντᾶν τρὶς τοῦ ἔτους εἰς τὰ Ἰεροσόλυμα καὶ τὰ νόμιμα πληροῦν οὐ πόρρω που τῆς Ἰουδαίας ἐχρῆν δήπου οἰκεῖν· ἀλλ’ εἰσὶν ἀμφὶ τοὺς ὅρους· εἰ δὲ δὴ τοῖς πορρωτάτω τῆς Παλαιστίνης οἰκοῦσιν Ἰουδαίοις ἀδύνατα ἦν τελεῖν τὰ νενομοθετημένα, πολλοῦ φάναι τοῖς πᾶσιν ἔθνεσι καὶ τοῖς ἐν ταῖς ἐσχατιαῖς τῆς γῆς ἐφαρμόζειν. ἐπάκουσον δὲ τίνα τρόπον ὁ αὐτὸς πάλιν νομοθέτης τὴν ἀπὸ λέχους γυναῖκα ἀπαντὰν προσ- τάττει καὶ θυσίας τῷ θεῷ προσφέρειν, λέγων οὕτως “καὶ ἐλάλησε κύριος πρὸς Μωυσῆν, λέγων λάληλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, γυνὴ ἥτις ἐὰν σπερματισθῇ καὶ τέκῃ ἄρσεν ἀκάθαρτος θαρτος ἔσται ἑπτὰ ἡμέρας.”