Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ EKTON, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.3-6
Not analysed yet
Κἀνταῦθα ἡ θεία πρόρρησις σαφῶς θεὸν ἐμφανῶς ἥξειν θεσπίζει, οὐκ ἄλλον ἢ τὸν τοῦ θεοῦ λόγον δηλοῦσα. καὶ τὸ αἴτιον δὲ τῆς παρουσίας αὐτοῦ σαφέστατα παρίστησιν, αὖθις τὴν κλῆσιν σημαίνουσα τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν. "ἐκάλεσε γοῦν φησι ’τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν.” σφόδρα δὲ ἀκολούθως μετὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ μετὰ τὴν κλῆσιν τῶν ἐθνῶν τὴν παραίτησιν τῆς κατὰ τὸν Μώσεως νόμον σωματικωτέρας λατρείας διδάσκει, ἣ καὶ αὐτὴ τέλους ἔτυχε μετὰ τὴν τοῦ θεοῦ λόγου εἰς πάντας ἀνθρώπους ἐπιφάνειαν.